1.

[1.113] εἰ δὲ ἔν τινι διαθέσει ὢν κρινεῖ τὰς φαντασίας, μέρος ἔσται τῆς διαφωνίας (Cfr. § 90), καὶ ἄλλως οὐκ εἰλικρινὴς τῶν ἐκτὸς ὑποκειμένων ἔσται κριτὴς διὰ τὸ τεθολῶσθαι ταῖς διαθέσεσιν ἐν αἷς ἔστιν˙ οὔτε οὖν ὁ ἐγρηγορὼς δύναται συγκρίνειν τὰς τῶν καθευδόντων φαντασίας ταῖς τῶν ἐγρηγορότων, οὔτε ὁ ὑγιαίνων τὰς τῶν νοσούντων ταῖς τῶν ὑγιαινόντων˙ τοῖς γὰρ παροῦσι καὶ κινοῦσιν ἡμᾶς κατὰ τὸ παρὸν συγκατατιθέμεθα μᾶλλον ἢ τοῖς μὴ παροῦσιν.