1.

[1.114] καὶ ἄλλως δὲ ἀνεπίκριτός ἐστιν ἡ τῶν τοιούτων φαντασιῶν ἀνωμαλία. ὁ γὰρ προκρίνων φαντασίαν φαντασίας καὶ περίστασιν περιστάσεως ἤτοι ἀκρίτως καὶ ἄνευ ἀποδείξεως τοῦτο ποιεῖ ἢ κρίνων καὶ ἀποδεικνύς. ἀλλ' οὔτε ἄνευ τούτων (ἄπιστος γὰρ ἔσται), οὔτε σὺν τούτοις. εἰ γὰρ κρινεῖ τὰς φαντασίας, πάντως κριτηρίῳ κρινεῖ.