1.

[1.115] τοῦτο οὖν τὸ κριτήριον ἤτοι ἀληθὲς εἶναι λέξει ἢ ψευδές. ἀλλ' εἰ μὲν ψευδές, ἄπιστος ἔσται. εἰ δὲ ἀληθὲς εἶναι τοῦτο φήσει, ἤτοι ἄνευ ἀποδείξεως λέξει ὅτι ἀληθές ἐστι τὸ κριτήριον, ἢ μετὰ ἀποδείξεως. καὶ εἰ μὲν ἄνευ ἀποδείξεως, ἄπιστος ἔσται˙ εἰ δὲ μετὰ ἀποδείξεως, πάντως δεήσει καὶ τὴν ἀπόδειξιν ἀληθῆ εἶναι, ἐπεὶ ἄπιστος ἔσται. ἀληθῆ οὖν λέξει τὴν ἀπόδειξιν τὴν εἰς πίστωσιν τοῦ κριτηρίου λαμβανομένην πότερον κεκρικὼς αὐτὴν ἢ μὴ κεκρικώς;