HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/PH-1,116
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/PH-1,116.rdf
1.
[1.116] (§§ 116-117 Cfr.
adv. dogm. I 341) εἰ μὲν γὰρ μὴ κρίνας, ἄπιστος ἔσται, εἰ δὲ κρίνας, δῆλον ὅτι κριτηρίῳ φήσει κεκρικέναι, οὗ κριτηρίου ζητήσομεν ἀπόδειξιν, κἀκείνης κριτήριον. χρῄζει γὰρ ἀεὶ καὶ ἡ ἀπόδειξις κριτηρίου, ἵνα βεβαιωθῇ, καὶ τὸ κριτήριον ἀποδείξεως, ἵνα ἀληθὲς εἶναι δειχθῇ˙ καὶ οὔτε ἀπόδειξις ὑγιὴς εἶναι δύναται μὴ προϋπάρχοντος κριτηρίου ἀληθοῦς, οὔτε κριτήριον ἀληθὲς μὴ προπεπιστωμένης τῆς ἀποδείξεως.