1.

[1.119] ταῦτα μὲν παρὰ τὰ διαστήματα, παρὰ δὲ τοὺς τόπους ὅτι τὸ λυχνιαῖον φῶς ἐν ἡλίῳ μὲν ἀμαυρὸν φαίνεται ἐν σκότῳ δὲ λαμπρόν, καὶ ἡ αὐτὴ κώπη ἔναλος μὲν κεκλασμένη ἔξαλος δὲ εὐθεῖα, καὶ τὸ ᾠὸν ἐν μὲν τῇ ὄρνιθι ἁπαλὸν ἐν ἀέρι δὲ σκληρόν, καὶ τὸ λυγγούριον ἐν μὲν λυγγὶ ὑγρὸν ἐν ἀέρι δὲ σκληρόν, καὶ τὸ κοράλιον ἐν θαλάττῃ μὲν ἁπαλὸν ἐν ἀέρι δὲ σκληρόν, καὶ φωνὴ ἀλλοία μὲν φαίνεται ἐν σύριγγι γινομένη, ἀλλοία δὲ ἐν αὐλῷ, ἀλλοία δὲ ἐν ἀέρι ἁπλῶς.