1.

[1.120] παρὰ δὲ τὰς θέσεις ὅτι ἡ αὐτὴ εἰκὼν ἐξυπτιαζομένη μὲν λεία φαίνεται, ποσῶς δὲ ἐπινευομένη εἰσοχὰς καὶ ἐξοχὰς ἔχειν δοκεῖ. καὶ οἱ τράχηλοι δὲ τῶν περιστερῶν παρὰ τὰς διαφόρους ἐπικλίσεις διάφοροι φαίνονται κατὰ χρῶμα.