1.

[1.121] ἐπεὶ οὖν πάντα τὰ φαινόμενα ἔν τινι θεωρεῖται καὶ ἀπό τινος διαστήματος καὶ κατά τινα θέσιν, ὧν ἕκαστον πολλὴν ποιεῖ παραλλαγὴν περὶ τὰς φαντασίας, ὡς ὑπεμνήσαμεν (§ 118 sqq.), ἀναγκασθησόμεθα καὶ διὰ τούτου τοῦ τρόπου καταντᾶν εἰς ἐποχήν. καὶ γὰρ ὁ βουλόμενος τούτων τῶν φαντασιῶν προκρίνειν τινὰς ἀδυνάτοις ἐπιχειρήσει.