1.

[1.122] εἰ μὲν γὰρ ἁπλῶς καὶ ἄνευ ἀποδείξεως ποιήσεται τὴν ἀπόφασιν, ἄπιστος ἔσται˙ εἰ δὲ ἀποδείξει βουλήσεται χρήσασθαι, εἰ μὲν ψευδῆ λέξει τὴν ἀπόδειξιν εἶναι, ἑαυτὸν περιτρέψει, ἀληθῆ δὲ λέγων εἶναι τὴν ἀπόδειξιν αἰτηθήσεται ἀπόδειξιν τοῦ ἀληθῆ αὐτὴν εἶναι, κἀκείνης ἄλλην, ἐπεὶ καὶ αὐτὴν ἀληθῆ εἶναι δεῖ, καὶ μέχρις ἀπείρου (Cfr. II 128). ἀδύνατον δέ ἐστιν ἀπείρους ἀποδείξεις παραστῆσαι˙