1.

[1.126] ἵνα δὲ καὶ τῆς ἔξωθεν ἐπιμιξίας ἀποστῶμεν, οἱ ὀφθαλμοὶ ἡμῶν ἔχουσιν ἐν ἑαυτοῖς καὶ χιτῶνας καὶ ὑγρά. τὰ οὖν ὁρατὰ ἐπεὶ μὴ ἄνευ τούτων θεωρεῖται, οὐ καταληφθήσεται πρὸς ἀκρίβειαν˙ τοῦ γὰρ μίγματος ἀντιλαμβανόμεθα, καὶ διὰ τοῦτο οἱ μὲν ἰκτερικοὶ πάντα ὠχρὰ ὁρῶσιν, οἱ δ' ὑπόσφαγμα ἔχοντες ὕφαιμα (Cfr. §§ 44, 100). καὶ ἐπεὶ ἡ φωνὴ ἡ αὐτὴ ἀλλοία μὲν φαίνεται ἐν ἀναπεπταμένοις τόποις, ἀλλοία δὲ ἐν στενοῖς καὶ ἑλικοειδέσι, καὶ ἀλλοία μὲν ἐν καθαρῷ ἀέρι, ἀλλοία δὲ ἐν τεθολωμένῳ, εἰκός ἐστι μὴ ἀντιλαμβάνεσθαι ἡμᾶς εἰλικρινῶς τῆς φωνῆς˙ τὰ γὰρ ὦτα σκολιόπορά ἐστι καὶ στενόπορα καὶ ἀτμώδεσιν ἀποφορήσεσιν, αἳ δὴ ἀπὸ τῶν περὶ τὴν κεφαλὴν φέρεσθαι λέγονται τόπων, τεθολωμένα.