1.

[1.130] καὶ τῆς Ταιναρείας λίθου τὰ μὲν μέρη λευκὰ ὁρᾶται ὅταν λεανθῇ, σὺν δὲ τῇ ὁλοσχερεῖ ξανθὰ φαίνεται. καὶ αἱ ἀπ' ἀλλήλων ἐσκεδασμέναι ψάμμοι τραχεῖαι φαίνονται, ὡς σωρὸς δὲ συντεθεῖσαι ἁπαλῶς κινοῦσι τὴν αἴσθησιν. καὶ ὁ ἐλλέβορος λεπτὸς μὲν καὶ χνοώδης προσφερόμενος πνιγμὸν ἐπιφέρει, κριμνώδης δὲ ὢν οὐκέτι.