1.

[1.134] οὕτως ὁ κατὰ τὰς ποσότητας καὶ σκευασίας λόγος συγχεῖ τὴν τῶν ἐκτὸς ὑποκειμένων ὕπαρξιν. διόπερ εἰκότως ἂν καὶ οὗτος ὁ τρόπος εἰς ἐποχὴν ἡμᾶς περιάγοι μὴ δυναμένους εἰλικρινῶς ἀποφήνασθαι περὶ τῆς φύσεως τῶν ἐκτὸς ὑποκειμένων.