1.

[1.135] (§§ 135-140 Cfr. DL IX 87-88) Ὄγδοός ἐστι τρόπος ὁ ἀπὸ τοῦ πρός τι, καθ' ὃν συνάγομεν ὅτι, ἐπεὶ πάντα ἐστὶ πρός τι, περὶ τοῦ τίνα ἐστὶν ἀπολύτως καὶ ὡς πρὸς τὴν φύσιν ἐφέξομεν. ἐκεῖνο δὲ χρὴ γινώσκειν ὅτι ἐνταῦθα, ὥσπερ καὶ ἐν ἄλλοις, τῷ ῾ἔστι᾽ καταχρώμεθα ἀντὶ τοῦ ῾φαίνεται᾽, δυνάμει τοῦτο λέγοντες ῾πρός τι πάντα φαίνεται.᾽ τοῦτο δὲ διχῶς λέγεται, ἅπαξ μὲν ὡς πρὸς τὸ κρῖνον (τὸ γὰρ ἐκτὸς ὑποκείμενον καὶ κρινόμενον πρὸς τὸ κρῖνον φαίνεται), καθ' ἕτερον δὲ τρόπον πρὸς τὰ συνθεωρούμενα, ὡς τὸ δεξιὸν πρὸς τὸ ἀριστερόν.