1.

[1.136] ὅτι δὲ πάντα ἐστὶ πρός τι, ἐπελογισάμεθα μὲν καὶ ἔμπροσθεν (Cfr. § 96), οἷον κατὰ τὸ κρῖνον, ὅτι πρὸς τόδε τὸ ζῷον καὶ τόνδε τὸν ἄνθρωπον καὶ τήνδε τὴν αἴσθησιν ἕκαστον φαίνεται καὶ πρὸς τοιάνδε περίστασιν, κατὰ δὲ τὰ συνθεωρούμενα, ὅτι πρὸς τήνδε τὴν ἐπιμιξίαν καὶ τόνδε τὸν τρόπον καὶ τὴν σύνθεσιν τήνδε καὶ τὴν ποσότητα καὶ τὴν θέσιν ἕκαστον φαίνεται.