1.

[1.138] τῶν τε ὄντων τὰ μέν ἐστιν ἀνωτάτω γένη κατὰ τοὺς δογματικούς, τὰ δ' ἔσχατα εἴδη, τὰ δὲ γένη καὶ εἴδη˙ πάντα δὲ ταῦτά ἐστι πρός τι˙ πάντα ἄρα ἐστὶ πρός τι. ἔτι τῶν ὄντων τὰ μέν ἐστι πρόδηλα (Cfr. adv. dogm. II 141, τὰ δὲ ἄδηλα, ὡς αὐτοί φασιν, καὶ σημαίνοντα μὲν τὰ φαινόμενα, σημαινόμενα δὲ ὑπὸ τῶν φαινομένων τὰ ἄδηλα˙ ὄψις γὰρ κατ' αὐτοὺς (Anaxag. B 21a Diels) τῶν ἀδήλων τὰ φαινόμενα τὸ δὲ σημαῖνον καὶ τὸ σημαινόμενόν ἐστι πρός τι˙ πρός τι ἄρα ἐστὶ πάντα.