1.

[1.140] πλὴν ἀλλ' οὕτω παριστάντων ἡμῶν ὅτι πάντα ἐστὶ πρός τι, δῆλόν ἐστι λοιπόν, ὅτι ὁποῖον ἔστιν ἕκαστον τῶν ὑποκειμένων κατὰ τὴν ἑαυτοῦ φύσιν καὶ εἰλικρινῶς λέγειν οὐ δυνησόμεθα, ἀλλ' ὁποῖον φαίνεται ἐν τῷ πρός τι. 〈ᾧ〉 ἀκολουθεῖ τὸ περὶ τῆς φύσεως τῶν πραγμάτων δεῖν ἡμᾶς ἐπέχειν.