1.

[1.142] καὶ ὁ σεισμὸς δὲ οὐχ ὁμοίως θορυβεῖ τούς τε πρῶτον αὐτοῦ πειρωμένους καὶ τοὺς ἐν ἔθει τούτου γεγενημένους. πόσην δὲ ἔκπληξιν ἀνθρώπῳ φέρει θάλασσα πρῶτον ὀφθεῖσα. ἀλλὰ καὶ κάλλος σώματος ἀνθρωπίνου πρῶτον καὶ ἐξαίφνης θεωρούμενον συγκινεῖ μᾶλλον ἡμᾶς ἢ εἰ ἐν ἔθει τοῦ ὁρᾶσθαι γένοιτο. καὶ τὰ μὲν σπάνια τίμια εἶναι δοκεῖ, τὰ δὲ σύντροφα ἡμῖν καὶ εὔπορα οὐδαμῶς.