1.

[1.145] (§§ 145-163 Cfr. DL IX 83-84) Δέκατός ἐστι τρόπος, ὃς καὶ μάλιστα συνέχει πρὸς τὰ ἠθικά, ὁ παρὰ τὰς ἀγωγὰς καὶ τὰ ἔθη καὶ τοὺς νόμους καὶ τὰς μυθικὰς πίστεις καὶ τὰς δογματικὰς ὑπολήψεις. ἀγωγὴ μὲν οὖν ἐστιν αἵρεσις βίου ἤ τινος πράγματος περὶ ἕνα ἢ πολλοὺς γινομένη, οἷον περὶ Διογένην ἢ τοὺς Λάκωνας˙