1.

[1.147] μυθικὴ δὲ πίστις ἐστὶ πραγμάτων ἀγενήτων τε καὶ πεπλασμένων παραδοχή, οἷά ἐστιν ἄλλα τε καὶ τὰ περὶ τοῦ Κρόνου μυθευόμενα˙ ταῦτα γὰρ πολλοὺς εἰς πίστιν ἄγει. δογματικὴ δέ ἐστιν ὑπόληψις παραδοχὴ πράγματος δι' ἀναλογισμοῦ ἤ τινος ἀποδείξεως κρατύνεσθαι δοκοῦσα, οἷον ὅτι ἄτομα ἔστι τῶν ὄντων στοιχεῖα ἢ ὁμοιομερῆ 〈ἢ〉 ἐλάχιστα ἤ τινα ἄλλα.