1.

[1.148] ἀντιτίθεμεν δὲ τούτων ἕκαστον ὁτὲ μὲν ἑαυτῷ, ὁτὲ δὲ τῶν ἄλλων ἑκάστῳ. οἷον ἔθος μὲν ἔθει οὕτως˙ τινὲς τῶν Αἰθιόπων στίζουσι τὰ βρέφη, ἡμεῖς δ' οὔ˙ καὶ Πέρσαι μὲν ἀνθοβαφεῖ ἐσθῆτι καὶ ποδήρει χρῆσθαι νομίζουσιν εὐπρεπὲς εἶναι, ἡμεῖς δὲ ἀπρεπές˙ καὶ οἱ μὲν Ἰνδοὶ ταῖς γυναιξὶ δημοσίᾳ μίγνυνται, οἱ δὲ πλεῖστοι τῶν ἄλλων αἰσχρὸν τοῦτο εἶναι ἡγοῦνται.