1.

[1.149] νόμον δὲ νόμῳ οὕτως ἀντιτίθεμεν˙ παρὰ μὲν τοῖς Ῥωμαίοις ὁ τῆς πατρῴας ἀποστὰς οὐσίας οὐκ ἀποδίδωσι τὰ τοῦ πατρὸς χρέα, παρὰ δὲ τοῖς Ῥοδίοις πάντως ἀποδίδωσιν˙ καὶ ἐν μὲν Ταύροις τῆς Σκυθίας νόμος ἦν τοὺς ξένους τῇ Ἀρτέμιδι καλλιερεῖσθαι, παρὰ δὲ ἡμῖν ἄνθρωπον ἀπείρηται πρὸς ἱερῷ φονεύεσθαι.