1.

[1.150] ἀγωγὴν δὲ ἀγωγῇ, ὅταν τὴν Διογένους ἀγωγὴν ἀντιτιθῶμεν τῇ τοῦ Ἀριστίππου ἢ τὴν τῶν Λακώνων τῇ τῶν Ἰταλῶν. μυθικὴν δὲ πίστιν πίστει μυθικῇ, ὅταν ὅπου μὲν 〈λέγωμεν〉 τὸν Δία μυθεύεσθαι πατέρα ἀνδρῶν τε θεῶν τε, ὅπου δὲ τὸν Ὠκεανόν, λέγοντες (
Ξ 201
)
‘Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν.’