1.

[1.153] ἀγωγῇ δὲ ἔθος ἀντιτίθεται, ὅταν οἱ μὲν πολλοὶ ἄνθρωποι ἀναχωροῦντες μιγνύωνται ταῖς ἑαυτῶν γυναιξίν, ὁ δὲ Κράτης τῇ Ἱππαρχίᾳ δημοσίᾳ˙ καὶ ὁ μὲν Διογένης ἀπὸ ἐξωμίδος περιῄει, ἡμεῖς δὲ ὡς εἰώθαμεν.