1.

[1.155] δογματικῇ δὲ ὑπολήψει, ὅταν ἡμῖν μὲν ἔθος ᾖ παρὰ θεῶν αἰτεῖν τὰ ἀγαθά, ὁ δὲ Ἐπίκουρος (Cfr. III 219) λέγῃ μὴ ἐπιστρέφεσθαι ἡμῶν τὸ θεῖον, καὶ ὅταν ὁ μὲν Ἀρίστιππος (Cfr. III 204) ἀδιάφορον ἡγῆται τὸ γυναικείαν ἀμφιέννυσθαι στολήν, ἡμεῖς δὲ αἰσχρὸν τοῦτο ἡγώμεθα εἶναι.