1.

[1.156] ἀγωγὴν δὲ ἀντιτίθεμεν νόμῳ μέν, ὅταν νόμου ὄντος μὴ ἐξεῖναι τύπτειν ἄνδρα ἐλεύθερον καὶ εὐγενῆ οἱ παγκρατιασταὶ τύπτωσιν ἀλλήλους διὰ τὴν ἀγωγὴν τοῦ κατ' αὐτοὺς βίου, καὶ ὅταν ἀπειρημένου τοῦ ἀνδροφονεῖν οἱ μονομάχαι ἀναιρῶσιν ἀλλήλους διὰ τὴν αὐτὴν αἰτίαν.