1.

[1.157] μυθικὴν δὲ πίστιν ἀγωγῇ ἀντιτίθεμεν, ἐπειδὰν λέγωμεν ὅτι οἱ μὲν μῦθοι παρὰ τῇ Ὀμφάλῃ τὸν Ἡρακλέα λέγουσιν (
Ξ 423
)
‘εἴριά τε ξαίνειν καὶ δουλοσύνης ἀνέχεσθαι ’
καὶ ταῦτα ποιῆσαι ἅπερ οὐδ' ἂν μετρίως προῃρημένος ἐποίησεν ἄν τις, ἡ δὲ ἀγωγὴ τοῦ βίου τοῦ Ἡρακλέους ἦν γενναία.