1.

[1.162] καὶ ὁ μὲν ποιητὴς λέγῃ, ὅτι Ζεὺς διὰ τὸ πένθος τὸ ἐπὶ Σαρπηδόνι αἱματοέσσας ψεκάδας κατέχευεν ἔραζε (Π 459), δόγμα μέντοι φιλοσόφων 〈ᾖ〉 ἀπαθὲς εἶναι τὸ θεῖον, καὶ ὅταν 〈.....〉 τὸν τῶν ἱπποκενταύρων μῦθον ἀναιρῶσιν, ἀνυπαρξίας παράδειγμα τὸν ἱπποκένταυρον ἡμῖν φέροντες.