1.

[1.170] τὸ προτεθὲν ἤτοι αἰσθητόν ἐστιν ἢ νοητόν, ὁποῖον δ' ἂν ᾖ, διαπεφώνηται˙ οἱ μὲν γὰρ τὰ αἰσθητὰ μόνα φασὶν εἶναι ἀληθῆ, οἱ δὲ μόνα τὰ νοητά, οἱ δέ τινα μὲν αἰσθητὰ, τινὰ δὲ νοητά. πότερον οὖν ἐπικριτὴν εἶναι φήσουσι τὴν διαφωνίαν ἢ ἀνεπίκριτον; εἰ μὲν ἀνεπίκριτον, ἔχομεν ὅτι δεῖ ἐπέχειν˙ περὶ γὰρ τῶν ἀνεπικρίτως διαφωνουμένων οὐχ οἷόν τέ ἐστιν ἀποφαίνεσθαι. εἰ δὲ ἐπικριτήν, πόθεν ἐπικριθήσεται πυνθανόμεθα.