1.

[1.172] εἰ δὲ ὑπὸ νοητοῦ ἐπικρίνεσθαι δεήσει τὸ αἰσθητόν, ἐπεὶ καὶ τὰ νοητὰ διαπεφώνηται, δεήσεται καὶ τοῦτο νοητὸν ὂν κρίσεώς τε καὶ πίστεως. πόθεν οὖν πιστωθήσεται; εἰ μὲν ὑπὸ νοητοῦ, εἰς ἄπειρον ἐκπεσεῖται ὁμοίως˙ εἰ δ' ὑπὸ αἰσθητοῦ, ἐπεὶ πρὸς μὲν τὴν πίστιν τοῦ αἰσθητοῦ παρελήφθη νοητόν, πρὸς δὲ τὴν τοῦ νοητοῦ πίστιν αἰσθητόν, ὁ διάλληλος εἰσάγεται τρόπος.