HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/PH-1,173
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/PH-1,173.rdf
1.
[1.173] εἰ δὲ ταῦτα φεύγων ὁ προσδιαλεγόμενος ἡμῖν κατὰ συγχώρησιν καὶ ἀναποδείκτως ἀξιώσειε λαμβάνειν τι πρὸς ἀπόδειξιν τῶν ἑξῆς, ὁ ὑποθετικὸς εἰσαχθήσεται τρόπος, ἄπορος ὑπάρχων (Cfr.
adv. math. III 6-17,
adv. dogm. II 372-378)) . εἰ μὲν γὰρ ὁ ὑποτιθέμενος πιστός ἐστιν, ἡμεῖς ἀεὶ τὸ ἀντικείμενον ὑποτιθέμενοι οὐκ ἐσόμεθα ἀπιστότεροι. καὶ εἰ μὲν ἀληθές τι ὑποτίθεται ὁ ὑποτιθέμενος, ὕποπτον αὐτὸ ποιεῖ, καθ' ὑπόθεσιν αὐτὸ λαμβάνων ἀλλὰ μὴ μετὰ κατασκευῆς˙ εἰ δὲ ψεῦδος, σαθρὰ ἔσται ἡ ὑποβάθρα τῶν κατασκευαζομένων.