1.

[1.178] ις´ τίνες οἱ δύο τρόποι.

Παραδιδόασι δὲ καὶ δύο τρόπους ἐποχῆς ἑτέρους˙

  • ἐπεὶ γὰρ πᾶν τὸ καταλαμβανόμενον ἤτοι ἐξ ἑαυτοῦ
  • καταλαμβάνεσθαι δοκεῖ ἢ ἐξ ἑτέρου, 〈ὑπομιμνῄσκοντες ὅτι οὔτε ἐξ ἑαυτοῦ τι οὔτε ἐξ ἑτέρου〉 καταλαμβάνεται,

τὴν περὶ πάντων ἀπορίαν εἰσάγειν δοκοῦσιν. καὶ ὅτι μὲν οὐδὲν ἐξ ἑαυτοῦ καταλαμβάνεται, φασί, δῆλον ἐκ τῆς γεγενημένης παρὰ τοῖς φυσικοῖς περί τε τῶν αἰσθητῶν καὶ τῶν νοητῶν ἁπάντων οἶμαι διαφωνίας, ἣ δὴ ἀνεπίκριτός ἐστι μὴ δυναμένων ἡμῶν μήτε αἰσθητῷ μήτε νοητῷ κριτηρίῳ χρῆσθαι διὰ τὸ πᾶν, ὅπερ ἂν λάβωμεν διαπεφωνημένον.