1.

[1.183] πέμπτον καθ' ὃν πάντες ὡς ἔπος εἰπεῖν κατὰ τὰς ἰδίας τῶν στοιχείων ὑποθέσεις ἀλλ' οὐ κατά τινας κοινὰς καὶ ὁμολογουμένας ἐφόδους αἰτιολογοῦσιν˙ ἕκτον καθ' ὃν πολλάκις τὰ μὲν φωρατὰ ταῖς ἰδίαις ὑποθέσεσι παραλαμβάνουσιν, τὰ δὲ ἀντιπίπτοντα καὶ τὴν ἴσην ἔχοντα πιθανότητα παραπέμπουσιν˙