HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/PH-1,184
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/PH-1,184.rdf
1.
[1.184] ἕβδομον καθ' ὃν πολλάκις ἀποδιδόασιν αἰτίας οὐ μόνον τοῖς φαινομένοις ἀλλὰ καὶ ταῖς ἰδίαις ὑποθέσεσι μαχομένας˙ ὄγδοον καθ' ὃν πολλάκις ὄντων ἀπόρων ὁμοίως τῶν τε φαίνεσθαι δοκούντων καὶ τῶν ἐπιζητουμένων, ἐκ τῶν ὁμοίως ἀπόρων περὶ τῶν ὁμοίως ἀπόρων ποιοῦνται τὰς διδασκαλίας.