1.

[1.185] οὐκ ἀδύνατον δέ φησι καὶ κατά τινας ἐπιμίκτους τρόπους, ἠρτημένους ἐκ τῶν προειρημένων, διαπίπτειν ἐνίους ἐν ταῖς αἰτιολογίαις. τάχα δ' ἂν καὶ οἱ πέντε τρόποι τῆς ἐποχῆς ἀπαρκοῖεν πρὸς τὰς αἰτιολογίας. ἤτοι γὰρ σύμφωνον πάσαις ταῖς κατὰ φιλοσοφίαν αἱρέσεσι καὶ τῇ σκέψει καὶ τοῖς φαινομένοις αἰτίαν ἐρεῖ τις ἢ οὔ. καὶ σύμφωνον μὲν ἴσως οὐκ ἐνδέχεται· τά τε γὰρ φαινόμενα καὶ τὰ ἄδηλα πάντα διαπεφώνηται.