HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/PH-1,187
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/PH-1,187.rdf
1.
[1.187]
ιη´ περὶ τῶν σκεπτικῶν φωνῶν. Ἐπεὶ δὲ ἑκάστῳ χρώμενοι τούτων τε καὶ τῶν τῆς ἐποχῆς τρόπων ἐπιφθεγγόμεθα φωνάς τινας τῆς σκεπτικῆς διαθέσεως καὶ τοῦ περὶ ἡμᾶς πάθους μηνυτικάς (Cfr. §§ 14-15), οἷον λέγοντες "οὐ μᾶλλον" "οὐδὲν ὁριστέον" καὶ ἄλλας τινάς, ἀκόλουθον ἂν εἴη καὶ περὶ τούτων ἑξῆς διαλαβεῖν. ἀρξώμεθα δὲ ἀπὸ τῆς "οὐ μᾶλλον."