1.

[1.187] ιη´ περὶ τῶν σκεπτικῶν φωνῶν.
Ἐπεὶ δὲ ἑκάστῳ χρώμενοι τούτων τε καὶ τῶν τῆς ἐποχῆς τρόπων ἐπιφθεγγόμεθα φωνάς τινας τῆς σκεπτικῆς διαθέσεως καὶ τοῦ περὶ ἡμᾶς πάθους μηνυτικάς (Cfr. §§ 14-15), οἷον λέγοντες "οὐ μᾶλλον" "οὐδὲν ὁριστέον" καὶ ἄλλας τινάς, ἀκόλουθον ἂν εἴη καὶ περὶ τούτων ἑξῆς διαλαβεῖν. ἀρξώμεθα δὲ ἀπὸ τῆς "οὐ μᾶλλον."