1.

[1.188] ιθ´ περὶ τῆς ῾οὐ μᾶλλον᾽ φωνῆς.
Ταύτην τοίνυν ὁτὲ μὲν ὡς ἔφην προφερόμεθα, ὁτὲ δὲ οὕτως ῾οὐδὲν μᾶλλον᾽˙ οὐ γὰρ ὥς τινες ὑπολαμβάνουσι, τὴν μὲν ῾οὐ μᾶλλον᾽ ἐν ταῖς εἰδικαῖς ζητήσεσι παραλαμβάνομεν, τὴν δὲ ῾οὐδὲν μᾶλλον᾽ ἐν ταῖς γενικαῖς, ἀλλ' ἀδιαφόρως τήν τε ῾οὐ μᾶλλον᾽ καὶ τὴν ῾οὐδὲν μᾶλλον᾽ προφερόμεθα, καὶ νῦν ὡς περὶ μιᾶς διαλεξόμεθα. ἔστι μὲν οὖν αὕτη ἡ φωνὴ ἐλλιπής. ὡς γὰρ ὅταν λέγωμεν ῾διπλῆ᾽, δυνάμει φαμὲν "ἑστία διπλῆ", καὶ ὅταν λέγωμεν ῾πλατεῖα᾽, δυνάμει λέγομεν ῾πλατεῖα ὁδός᾽, οὕτως ὅταν εἴπωμεν ῾οὐ μᾶλλον,᾽ δυνάμει φαμὲν ῾οὐ μᾶλλον τόδε ἢ τόδε, ἄνω κάτω.᾽