1.

[1.189] τινὲς μέντοι τῶν σκεπτικῶν παραλαμβάνουσιν ἀντὶ πύσματος τὸ ῾οὐ᾽ (〈ἀντὶ〉 τοῦ τί μᾶλλον τόδε ἢ τόδε, τὸ τί παραλαμβάνοντες νῦν ἀντὶ αἰτίας), ἵν' ᾖ τὸ λεγόμενον ῾ διὰ τί μᾶλλον τόδε ἢ τόδε;᾽ σύνηθες δέ ἐστι καὶ πύσμασιν ἀντὶ ἀξιωμάτων χρῆσθαι, οἷον
(Eur. Herc. fr. 1)

‘τίς τὸν Διὸς σύλλεκτρον οὐκ οἶδε βροτῶν;’
καὶ ἀξιώμασιν ἀντὶ πυσμάτων, οἷον ῾ζητῶ ποῦ οἰκεῖ Δίων᾽ καὶ ῾πυνθάνομαι τίνος ἕνεκα χρὴ θαυμάζειν ἄνδρα ποιητήν.᾽ ἀλλὰ καὶ τὸ τί ἀντὶ τοῦ διὰ 〈τί〉 παραλαμβάνεται παρὰ
Μενάνδρῳ˙ (fr. 900 Kock = 791 Koerte)

‘τί γὰρ ἐγὼ κατελειπόμην;’