1.

[1.190] δηλοῖ δὲ τὸ "οὐ μᾶλλον τόδε ἢ τόδε" καὶ πάθος ἡμέτερον, καθ' ὃ διὰ τὴν ἰσοσθένειαν τῶν ἀντικειμένων πραγμάτων εἰς ἀρρεψίαν καταλήγομεν, ἰσοσθένειαν μὲν λεγόντων ἡμῶν τὴν 〈ἰσότητα τὴν〉 κατὰ τὸ φαινόμενον ἡμῖν πιθανόν, ἀντικείμενα δὲ κοινῶς τὰ μαχόμενα, ἀρρεψίαν (Cfr. DL IX 74) δὲ τὴν πρὸς μηδέτερον συγκατάθεσιν.