1.

[1.191] ἡ οὖν "οὐδὲν μᾶλλον" φωνὴ κἂν ἐμφαίνῃ χαρακτῆρα συγκαταθέσεως ἢ ἀρνήσεως, ἡμεῖς οὐχ οὕτως αὐτῇ χρώμεθα, ἀλλ' ἀδιαφόρως αὐτὴν παραλαμβάνομεν καὶ καταχρηστικῶς, ἤτοι ἀντὶ πύσματος ἢ ἀντὶ τοῦ λέγειν "ἀγνοῶ τίνι μὲν τούτων χρὴ συγκατατίθεσθαι, τίνι δὲ μὴ" [συγκατατίθεσθαι]. πρόκειται 〈γὰρ〉 ἡμῖν δηλῶσαι τὸ φαινόμενον ἡμῖν˙ κατὰ δὲ τὴν φωνὴν δι' ἧς αὐτὸ δηλοῦμεν ἀδιαφοροῦμεν. κἀκεῖνο δὲ χρὴ γινώσκειν, ὅτι προφερόμεθα τὴν "οὐδὲν μᾶλλον" φωνὴν οὐ διαβεβαιούμενοι περὶ τοῦ πάντως ὑπάρχειν αὐτὴν ἀληθῆ καὶ βεβαίαν, ἀλλὰ κατὰ τὸ φαινόμενον ἡμῖν καὶ περὶ αὐτῆς λέγοντες.