1.

[1.194] κα´ περὶ τοῦ ῾τάχα᾽˙ καὶ τοῦ ῾ἔξεστι᾽˙ καὶ τοῦ ῾ἐνδέχεται᾽.
Τὸ δὲ ῾τάχα᾽ καὶ ῾οὐ τάχα᾽ καὶ ῾ἔξεστι᾽ καὶ ῾οὐκ ἔξεστι᾽ καὶ ῾ἐνδέχεται᾽ καὶ ῾οὐκ ἐνδέχεται᾽ παραλαμβάνομεν ἀντὶ τοῦ ῾τάχα μὲν ἔστιν τάχα δ' οὐκ ἔστιν᾽, καὶ ῾ἔξεστι μὲν εἶναι ἔξεστι δὲ μὴ εἶναι᾽, καὶ ῾ἐνδέχεται μὲν εἶναι ἐνδέχεται δὲ μὴ εἶναι᾽, ὡς παραλαμβάνειν ἡμᾶς συντομίας χάριν τὸ ῾μὴ ἐξεῖναι᾽ ἀντὶ τοῦ ῾ἐξεῖναι μὴ εἶναι᾽, καὶ τὸ ῾μὴ ἐνδέχεσθαι᾽ ἀντὶ τοῦ ῾ἐνδέχεσθαι μὴ εἶναι᾽, καὶ τὸ ῾οὐ τάχα᾽ ἀντὶ ῾τοῦ τάχα μὴ εἶναι᾽.