1.

[1.195] πάλιν δὲ ἐνταῦθα οὐ φωνομαχοῦμεν, οὐδὲ εἰ φύσει ταῦτα δηλοῦσιν αἱ φωναί, ζητοῦμεν, ἀλλ' ἀδιαφόρως αὐτάς, ὡς εἶπον, παραλαμβάνομεν (Cfr. §§ 13, 191). ὅτι μέντοι αὗται αἱ φωναὶ ἀφασίας εἰσὶ δηλωτικαί, πρόδηλον, οἶμαι. ὁ γοῦν λέγων "τάχα ἔστιν" δυνάμει τίθησι καὶ τὸ μάχεσθαι δοκοῦν αὐτῷ, τὸ "τάχα μὴ εἶναι", τῷ μὴ διαβεβαιοῦσθαι περὶ τοῦ εἶναι αὐτό. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἔχει.