1.

[1.197] κγ´ περὶ τοῦ ῾οὐδὲν ὁρίζω᾽.
Περὶ δὲ τοῦ "οὐδὲν ὁρίζω" ταῦτα φαμέν. ὁρίζειν εἶναι νομίζομεν οὐχὶ τὸ ἁπλῶς λέγειν τι, ἀλλὰ τὸ πρᾶγμα ἄδηλον προφέρεσθαι μετὰ συγκαταθέσεως. οὕτω γὰρ οὐδὲν ὁρίζων ὁ σκεπτικὸς τάχα εὑρεθήσεται, οὐδὲ αὐτὸ τὸ "οὐδὲν ὁρίζω˙" οὐ γάρ ἐστι δογματικὴ ὑπόληψις, τουτέστιν ἀδήλῳ συγκατάθεσις, ἀλλὰ φωνὴ πάθους ἡμετέρου δηλωτική. ὅταν οὖν εἴπῃ ὁ σκεπτικὸς ῾οὐδὲν ὁρίζω᾽, τοῦτό φησιν ῾ἐγὼ οὕτω πέπονθα νῦν ὡς μηδὲν τῶν ὑπὸ τὴν ζήτησιν τήνδε πεπτωκότων τιθέναι δογματικῶς ἢ ἀναιρεῖν᾽. τοῦτο δέ φησι λέγων τὸ ἑαυτῷ φαινόμενον περὶ τῶν προκειμένων ἀπαγγελτικῶς, οὐ 〈δογματικῶς〉" μετὰ πεποιθήσεως ἀποφαινόμενος, ἀλλ' ὃ πάσχει διηγούμενος.