1.

[1.198] κδ´ περὶ τοῦ ῾πάντα ἐστὶν ἀόριστα᾽.
Καὶ ἡ ἀοριστία δὲ πάθος διανοίας ἐστί, καθ' ὃ οὔτε αἴρομέν τι οὔτε τίθεμεν τῶν δογματικῶς ζητουμένων, τουτέστι τῶν ἀδήλων. ὅταν οὖν λέγῃ ὁ σκεπτικὸς ῾πάντα ἐστὶν ἀόριστα᾽, τὸ μὲν ῾ἔστι᾽ λαμβάνει ἀντὶ τοῦ ῾φαίνεσθαι αὐτῷ᾽, πάντα δὲ λέγει οὐ τὰ ὄντα ἀλλ' ἅπερ διεξῆλθε τῶν παρὰ τοῖς δογματικοῖς ζητουμένων ἀδήλων, ἀόριστα δὲ μὴ προύχοντα τῶν ἀντικειμένων ἢ κοινῶς μαχομένων κατὰ πίστιν ἢ ἀπιστίαν (Cfr. § 10).