1.

[1.199] καὶ ὥσπερ ὁ λέγων ῾περιπατῶ᾽ δυνάμει φησὶν ῾ἐγὼ περιπατῶ᾽, οὕτως ὁ λέγων ῾πάντα ἐστὶν ἀόριστα᾽ συσσημαίνει ῾καθ' ἡμᾶς᾽ ἢ ῾ὡς πρὸς ἐμὲ᾽ ἢ ῾ὡς ἐμοὶ φαίνεται᾽, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον ῾ὅσα ἐπῆλθον τῶν 〈παρὰ τοῖς〉 δογματικοῖς ζητουμένων, τοιαῦτά μοι φαίνεται ὡς μηδὲν αὐτῶν τοῦ μαχομένου προύχειν μοι δοκεῖν κατὰ πίστιν ἢ ἀπιστίαν.᾽