1.

[1.201] κς´ περὶ τοῦ ῾ἀκαταληπτῶ᾽ καὶ ῾οὐ καταλαμβάνω᾽.
Καὶ ἡ ῾ἀκαταληπτῶ᾽ δὲ καὶ ἡ ῾οὐ καταλαμβάνω᾽ φωνὴ πάθους οἰκείου ἐστὶ δηλωτική, καθ' ὃ ἀφίσταται ὁ σκεπτικὸς ὡς πρὸς τὸ παρὸν τοῦ τιθέναι τι τῶν ζητουμένων ἀδήλων ἢ ἀναιρεῖν, ὡς 〈δογματικῶς〉 ἔστι δῆλον ἐκ τῶν προειρημένων ἡμῖν περὶ τῶν ἄλλων φωνῶν.