1.

[1.202] κζ´ περὶ τοῦ παντὶ λόγῳ λόγον ἴσον ἀντικεῖσθαι.
Ὅταν δὲ λέγωμεν ῾παντὶ λόγῳ λόγος ἴσος ἀντίκειται᾽, παντὶ μὲν λέγομεν τῷ ὑφ' ἡμῶν διεξωδευμένῳ, λόγον δέ φαμεν οὐχ ἁπλῶς ἀλλὰ τὸν κατασκευάζοντά τι δογματικῶς, τουτέστι περὶ ἀδήλου, καὶ οὐ πάντως τὸν ἐκ λημμάτων καὶ ἐπιφορᾶς (Cfr. II 193) ἀλλὰ τὸν ὁπωσοῦν κατασκευάζοντα. ῾ἴσον᾽ δέ φαμεν κατὰ πίστιν ἢ ἀπιστίαν, τό τε ῾ἀντίκειται᾽ λαμβάνομεν ἀντὶ τοῦ ῾μάχεται᾽ κοινῶς, καὶ τὸ ῾ὡς ἐμοὶ φαίνεται᾽ συνεκδεχόμεθα.