1.

[1.203] ὅταν οὖν εἴπω ῾παντὶ λόγῳ λόγος ἴσος ἀντίκειται᾽, δυνάμει τοῦτό φημι ῾παντὶ τῷ ὑπ' ἐμοῦ ζητουμένῳ λόγῳ, ὃς κατασκευάζει τι δογματικῶς, ἕτερος λόγος κατασκευάζων τι δογματικῶς, ἴσος αὐτῷ κατὰ πίστιν καὶ ἀπιστίαν, ἀντικεῖσθαι φαίνεταί μοι᾽, ὡς εἶναι τὴν τοῦ λόγου προφορὰν οὐ δογματικὴν ἀλλ' ἀνθρωπείου πάθους ἀπαγγελίαν, ὅ ἐστι φαινόμενον τῷ πάσχοντι (Cfr. §§ 135, 196).