1.

[1.204] προφέρονται δέ τινες καὶ οὕτω τὴν φωνήν ῾παντὶ λόγῳ λόγον ἴσον ἀντικεῖσθαι᾽, ἀξιοῦντες παραγγελματικῶς τοῦτο ῾παντὶ λόγῳ δογματικῶς τι κατασκευάζοντι λόγον δογματικῶς ζητοῦντα, ἴσον κατὰ πίστιν ἤ ἀπιστίαν, μαχόμενον αὐτῷ ἀντιτιθῶμεν᾽, ἵνα ὁ μὲν λόγος αὐτοῖς ᾖ πρὸς τὸν σκεπτικόν, χρῶνται δὲ ἀπαρεμφάτῳ ἀντὶ προστακτικοῦ, τῷ ῾ἀντικεῖσθαι᾽ ἀντὶ τοῦ ῾ἀντιτιθῶμεν᾽.