1.

[1.207] φαμὲν δὲ καὶ ὡς οὐ κυρίως δηλοῦντες τὰ πράγματα, ἐφ' ὧν παραλαμβάνονται, τίθεμεν αὐτάς, ἀλλ' ἀδιαφόρως καὶ εἰ βούλονται καταχρηστικῶς˙ οὔτε γὰρ πρέπει τῷ σκεπτικῷ φωνομαχεῖν (Cfr. § 195), ἄλλως τε ἡμῖν συνεργεῖ τὸ μηδὲ ταύτας τὰς φωνὰς εἰλικρινῶς σημαίνειν λέγεσθαι, ἀλλὰ πρός τι καὶ ὡς πρὸς τοὺς σκεπτικούς.