1.

[1.208] πρὸς τούτοις κἀκείνου δεῖ μεμνῆσθαι, ὅτι οὐ περὶ πάντων τῶν πραγμάτων καθόλου φαμὲν αὐτάς, ἀλλὰ περὶ τῶν ἀδήλων καὶ τῶν δογματικῶς ζητουμένων, καὶ ὅτι τὸ φαινόμενον ἡμῖν φαμεν καὶ οὐχὶ διαβεβαιωτικῶς περὶ τῆς φύσεως τῶν ἐκτὸς ὑποκειμένων ἀποφαινόμεθα˙ ἐκ γὰρ τούτων πᾶν σόφισμα πρὸς φωνὴν ἐνεχθὲν σκεπτικὴν οἴομαι δύνασθαι διατρέπεσθαι.